Matthew 17:1-8

1Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν. 2καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ
 ἐγένετο = WH Treg NA/NIV: || ἐγένοντο = RP
ἐγένετο λευκὰ ὡς τὸ φῶς.
3καὶ ἰδοὺ
 ὤφθη = WH Treg NA/NIV: || ὤφθησαν = RP
ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας
 συλλαλοῦντες μετ᾽ αὐτοῦ = WH Treg NA/NIV: || μετ᾽ αὐτοῦ συλλαλοῦντες = RP
συλλαλοῦντες μετ᾽ αὐτοῦ ⸃.
4ἀποκριθεὶς δὲ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις,
 ποιήσω = WH NA/NIV: || ποιήσωμεν = Treg RP
ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ
 Ἠλίᾳ μίαν = WH Treg NA/NIV: || μίαν Ἠλίᾳ = RP
Ἠλίᾳ μίαν ⸃.
5ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν υἱός μου ἀγαπητός, ἐν εὐδόκησα·
 ἀκούετε αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἀκούετε = RP
ἀκούετε αὐτοῦ ⸃.
6καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7καὶ
 προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν = WH NA/NIV: || προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν = Treg; || προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ = RP
προσῆλθεν Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν ⸃ εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
8ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ
 αὐτὸν = WH NA/NIV: || τὸν = Treg RP
αὐτὸν Ἰησοῦν μόνον.

Copyright information for SBLG